Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.60 Joseph. AJ 3.65 (English) >>Joseph. AJ 3.70

3.63

Καὶ Ῥαγουῆλος πενθερὸς αὐτοῦ πυνθανόμενος εὐπραξίαν ἀσμένως ἀπήντα τόν τε Μωυσῆν καὶ τὴν Σαπφώραν δεχόμενος καὶ τοὺς παῖδας αὐτῶν. ἥδεται δὲ Μωυσῆς ἐπὶ τῇ τοῦ πενθεροῦ ἀφίξει καὶ θύσας εὐωχεῖ τὸ πλῆθος τοῦ θάμνου πλησίον, ὃς διαπεφεύγει τοῦ πυρὸς τὴν φλόγωσιν· 3.64καὶ τὸ μὲν πλῆθος κατὰ συγγένειαν ὡς ἕκαστοι τῆς εὐωχίας μετελάμβανον, Ἀαρὼν δὲ σὺν τοῖς παροῦσι Ῥαγουῆλον προσλαβόμενος ὕμνους τε ᾖδον εἰς τὸν θεὸν ὡς τῆς σωτηρίας αὐτοῖς καὶ τῆς ἐλευθερίας αἴτιον καὶ ποριστὴν γεγενημένον, 3.65καὶ τὸν στρατηγὸν εὐφήμουν ὡς κατὰ ἀρετὴν ἐκείνου πάντων αὐτοῖς κατὰ νοῦν ἀπηντηκότων. καὶ Ῥαγουῆλος πολλὰ μὲν ἐγκώμια τοῦ πλήθους ἐπὶ τῇ πρὸς τὸν Μωυσῆν εὐχαριστίᾳ διεξῄει, ἐθαύμαζε δὲ καὶ τὸν Μωυσῆν τῆς ἐπὶ σωτηρίᾳ τῶν φίλων ἀνδραγαθίας. 3.66

Τῇ δʼ ὑστεραίᾳ θεασάμενος Ῥαγουῆλος τὸν Μωυσῆν ἐν ὄχλῳ πραγμάτων ὄντα· διέλυε γὰρ τὰς δίκας τοῖς δεομένοις πάντων ἐπʼ αὐτὸν βαδιζόντων καὶ μόνως ἂν τοῦ δικαίου τυχεῖν ἡγουμένων, εἰ διαιτητὴς αὐτοῖς οὗτος γένοιτο· 3.67καὶ γὰρ τοῖς ἡττωμένοις κοῦφον ἐδόκει τὸ λείπεσθαι κατὰ δικαιοσύνην οὐ κατὰ πλεονεξίαν αὐτὸ πάσχειν νομίζουσι· τότε μὲν ἡσυχίαν ἦγε μὴ βουλόμενος ἐμποδίζειν τοῖς ἀρετῇ χρῆσθαι τοῦ στρατηγοῦ θέλουσι, παυσάμενον δὲ τοῦ θορύβου παραλαβὼν καὶ συμμονωθεὶς ἀνεδίδασκεν δεῖ ποιεῖν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.60 Joseph. AJ 3.65 (English) >>Joseph. AJ 3.70

Powered by PhiloLogic